Παρασκευή 22 Απριλίου 2022

Ιδαίοι Δάκτυλοι

Σύντομη αναφορά

Οι Ιδαίοι Δάκτυλοι είναι κατά τον Φερεκύδη 20 δεξιοί (άρρενες) και 32 οι αριστεροί (θήλυς). Άλλοι λένε έξι ή πέντε.
Μάγοι και γιατροί όλοι. Δημιούργησαν τον σίδηρο και το χαλκό, άρα δίδαξαν τα μέταλλα στον άνθρωπο. (Κέλμις τε καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων Δάκτυλοι πρῶτοι ἐν Κύπρῳ σίδηρον εὗρον. Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης.)
Άλλοι λένε πως ήταν εκατό. Απόγονοί τους είναι οι Κουρήτες.

Από τους μαγικούς πάπυρους γνωρίζομε πως ήταν τιμημένοι Θεοί στις τελετές. Ειδικά ο Δαμναμενεύς που του ανήκαν ιερές βοές (ἐπίγραφε δὲ εἰς τὸν θρόνον, εἰς τὰ ὑποκάτω· ιη· ιεα ιωαυ Δαμναμενεὺς αβραη· αβραω αβραωα· δέσποτα Μουσῶν, ἵλαθί μοι, τῷ σῷ ἱκέτῃ, καὶ ἔσο εὐμενὴς καὶ εὐίλατος, φάνηθί μοι καθαρῷ τῷ προσώπῳ.)
Ακόμα, πάλι από τους μαγικούς πάπυρους, από το «Σύστασις προς Ήλιον» ξέρομε μια έκφραση του Ηλίου με τη μορφή του Δαμναμενέως. (…..ὥρᾳ τετάρτῃ μορφὴν ἔχεις ταύρου, γεννᾷς δένδρον καὶ λίθον παιδέρωτα (δηλαδή οπαλίνα), ὄρνεον τρύγονα (δηλαδή τρυγόνι), ἐπὶ γῆς ταῦρον, ὄνομά σοι Δαμναμενεύς·….)
Άλλοι λένε πως οι Ιδαίοι Δάκτυλοι έγιναν από την νύμφη Οιαξίδα (ὅτι δὲ νύμφη τῆς <Οἰαξίδοσ> γῆς <δραξαμένη> τοὺς καλουμένους Ἰδαίους Δακτύλους ἐποίησε,)
Ο αστερισμός της Μικράς Άκρτου (Κυνόσουρα) είναι των Ιδαίων Νυμφών. Υπάρχει όμως και μια παραθαλάσσια πόλη που ονομάζεται έτσι. Αυτή η πόλη είναι στη νήσο Σαλαμίνα. Η Μεγάλη Άρκτος είναι καταστερισμένοι οι Ιδαίοι Δάκτυλοι και οι Κουρήτες.
(καὶ ἡ Ῥέα τούτου ἐπιλαβομένη εὐτόκησεν καὶ εὐώδης ἐγένετο. οὐ τὸ Δίκτον ὄρος <σχεδὸν Ἰδαίοιό> φησιν· οὐ γάρ ἐστιν ἐγγύς, ἀλλὰ χίλιοί που στάδιοι. μεταξὺ δὲ δεῖ διαστεῖλαι, καὶ τὸ μὲν πρῶτον συνάπτειν ὅ μίν ποτε κουρίζοντα Δίκτῳ ἐν εὐώδει,> καὶ ἑξῆς <ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρῳ ἐγκατέθεντο.> τὸ δὲ ὅλον· αὐτόν ποτε τεχθέντα καὶ κουρίζοντα ἐν τῇ Δίκτῃ τουτέστι κλαυθμυριζόμενον καὶ γινόμενον διὰ τοῦτο κατάφωρον ἔργον ποιουμένης τῆς Ῥέας λαθεῖν τὸν Κρόνον, εἰς τὰς πλησίας τοῦ Ἰδαίου ὄρους κατέθεντο, καὶ εἰς ἐνιαυτὸν Ἄρκτοι ἔτρεφον. ἐγεννήθη δὲ ὁ Ζεὺς ἐν τῇ Δίκτῃ τοῦτο δέ ἐστιν ἀκρωτήριον ἀνατεῖνον εἰς τὸ Λιβυκὸν πέλαγοσ, ἐτράφη δὲ ἐν τῇ Ἴδῃ μετενεχθεὶς ὑπὸ τῶν Κουρήτων λάθρα τοῦ Κρόνου εἰς τὸ ἄντρον. Δίκτῃ> ὤφειλεν %εἰπεῖν&, ἀλλ' οἱ ποιηταὶ εἰώθασιν ἐναλλάσσειν τὰ γένη, ὡς χώρα χῶρος, ὠνὴ ὦνος. Ἀντισθένης δὲ ἐν τοῖς ἁμαξιακοῖς φησὶ τροφὸν γεγονέναι τοῦ Διὸς Κυνόσουραν εἶναι τῶν Ἰδαίων νυμφῶν. ἀφ' ἧς εἶναι μέν, ὑπὲρ Νικόστρατον τῇ πόλει τῇ καλουμένῇ τοὔνομα. ἔκτισαν δὲ καὶ τὸν ἐν αὐτῆ λιμένα, καὶ τὸν περὶ αὐτὴν τόπον Κυνόσουραν τὸν τόπον κληθῆναι. ἐλθεῖν δὲ μετὰ τῶν Τελχίνων ὡς εἶναι τῆς Ῥέας παραστάτην, ὥσπερ Κουρῆτας καὶ Ἰδαίους Δακτύλους. Ἄρατος δὲ αὐτὴν καλεῖ Ἑλίκην ἐκ Κρήτης οὖσαν καὶ γενέσθαι Διὸς τροφόν. καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ τιμηθῆναι. ἔχει δὲ ἀστέρας ἐπὶ μὲν ἑκάστης γωνίας τοῦ πλινθίου α. ἐπὶ δὲ τῆς κέρκου λαμπροὺς γ. )


Αποσπάσματα -------------------------------------------------------------------------
τῶν Ἰδαίων καλουμένων δακτύλων σοφούς τινας πρώτους γενέσθαι λέγουσιν, εἰς οὓς ἥ τε τῶν Ἐφεσίων λεγομένων γραμμάτων καὶ ἡ τῶν κατὰ μουσικὴν εὕρεσις ῥυθμῶν ἀναφέρεται· δι' ἣν αἰτίαν οἱ παρὰ τοῖς μουσικοῖς δάκτυλοι τὴν προσηγορίαν εἰλήφασι.
Δάκτυλοι Ἰδαῖοι ἓξ καὶ πέντε φασὶ τούτους εἶναι, δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀριστεροὺς δὲ τὰς θηλείας. Φερεκύδης δὲ τοὺς μὲν δεξιοὺς εἴκοσι λέγει, τοὺς δὲ εὐωνύμους τριάκοντα δύο. γόητες δὲ ἦσαν καὶ φαρμακεῖς· καὶ δημιουργοὶ σιδήρου λέγονται εἶναι πρῶτοι καὶ μεταλλεῖς γενέσθαι. ὠνομάσθησαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης, ἀριστεροὶ μὲν αὐτῶν, ὥς φησι Φερεκύδης, οἱ γόητες, οἱ δὲ ἀναλύοντες δεξιοί. ὡς Ἑλλάνικός φησι, Ἰδαῖοι Δάκτυλοι ἐκλήθησαν, ὅτι ἐντὸς Ἴδης συντυχόντες τῆι Ῥέαι ἐδεξιώσαντο τὴν θεὸν καὶ τῶν δακτύλων αὐτῆς ἥψαντο. ὡς δὲ Μνασέας ἐν πρώτωι Περὶ Ἀσίας, Ἰδαῖοι Δάκτυλοι ἀπὸ τοῦ πατρὸς Δακτύλου καὶ τῆς μητρὸς Ἴδης. ὁ δὲ τὴν Φορωνίδα συνθεὶς γράφει οὕτως· ἔνθα γόητες Ἰδαῖοι Φρύγες ἄνδρες ὀρέστεροι οἰκί' ἔναιον, Κέλμις Δαμναμενεύς τε μέγας καὶ ὑπέρβιος Ἄκμων, εὐπάλαμοι θεράποντες ὀρείης Ἀδρηστείης, οἳ πρῶτοι τέχνην πολυμήτιος Ἡφαίστοιο εὗρον ἐν οὐρείηισι νάπαις, ἰόεντα σίδηρον, ἐς πῦρ τ' ἤνεγκαν καὶ ἀριπρεπὲς ἔργον ἔδειξαν.

καὶ τῶν θεῶν δὲ τοὺς πλείστους μυθολογοῦσι παρ' ἑαυτοῖς γενέσθαι τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας τυχόντας ἀθανάτων τιμῶν· περὶ ὧν ἡμεῖς ἐν κεφαλαίοις τὰ παραδεδομένα διέξιμεν ἀκολούθως τοῖς ἐνδοξοτάτοις τῶν τὰς Κρητικὰς πράξεις συνταξαμένων. πρῶτοι τοίνυν τῶν εἰς μνήμην παραδεδομένων ᾤκησαν τῆς Κρήτης περὶ τὴν Ἴδην οἱ προσαγορευθέντες Ἰδαῖοι Δάκτυλοι. τούτους δ' οἱ μὲν ἑκατὸν τὸν ἀριθμὸν γεγονέναι παραδεδώκασιν, οἱ δὲ δέκα φασὶν ὑπάρχοντας τυχεῖν ταύτης τῆς προσηγορίας, τοῖς ἐν ταῖς χερσὶ δακτύλοις ὄντας ἰσαρίθμους. ἔνιοι δ' ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος, τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐν Φρυγίᾳ, διαβῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην· ὑπάρξαντας δὲ γόητας ἐπιτηδεῦσαι τάς τε ἐπῳδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθρᾴκην διατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθ' ὃν δὴ χρόνον καὶ τὸν Ὀρφέα, φύσει διαφόρῳ κεχορηγημένον πρὸς ποίησιν καὶ μελῳδίαν, μαθητὴν γενέσθαι τούτων, καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τελετὰς καὶ μυστήρια. οἱ δ' οὖν κατὰ τὴν Κρήτην Ἰδαῖοι Δάκτυλοι παραδέδονται τήν τε τοῦ πυρὸς χρῆσιν καὶ τὴν τοῦ χαλκοῦ καὶ σιδήρου φύσιν ἐξευρεῖν τῆς Ἀπτεραίων χώρας περὶ τὸν καλούμενον Βερέκυνθον, καὶ τὴν ἐργασίαν δι' ἧς κατασκευάζεται· δόξαντας δὲ μεγάλων ἀγαθῶν ἀρχηγοὺς γεγενῆσθαι τῷ γένει τῶν ἀνθρώπων τιμῶν τυχεῖν ἀθανάτων. ἱστοροῦσι δ' αὐτῶν ἕνα μὲν προσαγορευθῆναι Ἡρακλέα, δόξῃ δὲ διενεγκόντα θεῖναι τὸν ἀγῶνα τὸν τῶν Ὀλυμπίων· τοὺς δὲ μεταγενεστέρους ἀνθρώπους διὰ τὴν ὁμωνυμίαν δοκεῖν τὸν ἐξ Ἀλκμήνης συστήσασθαι τὴν τῶν Ὀλυμπίων θέσιν. σημεῖα δὲ τούτων φασὶ διαμένειν τὸ πολλὰς τῶν γυναικῶν ἔτι καὶ νῦν λαμβάνειν ἐπῳδὰς ἀπὸ τούτου τοῦ θεοῦ καὶ περιάμματα ποιεῖν, ὡς γεγονότος αὐτοῦ γόητος καὶ τὰ περὶ τὰς τελετὰς ἐπιτετηδευκότος· ἃ δὴ πλεῖστον κεχωρίσθαι τῆς Ἡρακλέους συνηθείας τοῦ γεγονότος ἐξ Ἀλκμήνης. Μετὰ δὲ τοὺς Ἰδαίους Δακτύλους ἱστοροῦσι γενέσθαι Κούρητας ἐννέα. τούτους δ' οἱ μὲν μυθολογοῦσι γεγονέναι γηγενεῖς, οἱ δ' ἀπογόνους τῶν Ἰδαίων Δακτύλων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου