Προσευχή στη Σελήνη για απόκρουση
Πάπυρος 4-2241-2358, 350 μΧ
Ποίημα για απόκρουση καθετί, προς τη Σελήνη (Δέλτος ἀποκρουστικὴ πρὸς Σελήνην.)
Πες τα λόγια:
χαῖρε, ἱερὸν φῶς, ταρταροῦχε, φωτοπλήξ, χαῖρε, ἱερὰ αὐγὴ ἐκ σκότους εἰλημμένη, ἀναστατοῦσα πάντα βουλαῖς ἀστόχοις· καλέσω, καὶ ἀκούσῃ μου τῶν ἱερῶν λόγων φρικτῆς Ἀνάγκης πάντοτέ σοι ὑπεστρωμένης. δεθεῖσα τρὶς λύθητι, ἐλθέ, βρίμασον τὸν δεῖνα· Κλωθὼ γὰρ ἐπικλώσει σοι λίνα. νεῦσον, μάκαιρα, πρὶν στυγνήν σε καταλάβω, πρὶν τοὺς ξιφήρεις ἀναλάβῃς σου κονδύλους, πρινή τε
λυσσῇς, ἰσοπάρθενος κύων. τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς, ὅτι οἶδά σου τὰ φῶτα πρὸς στιγμῆς μέτρον καὶ τῶν καλῶν σου μυσταγωγὸς πραγμάτων ὑπουργός εἰμι καὶ συνίστωρ, παρθένε. τὸ δεῖ γενέσθαι, τοῦτ' οὐκ ἔξεστι φυγεῖν. τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς. ἐνεύχομαί σοι τήνδε νύκτα κυρίαν, ἐν ᾗ τὸ σὸν φῶς ὕστατον χωρίζεται, ἐν ᾗ κύων κέχηνε καὶ οὐ κλείει στόμα, ἐν ᾗ
τὸ κλεῖθρον ἠνέῳγε Ταρτάρου, ἐν ᾗ προλυσσᾷ Κέρβερος κεραύνοπλος· ἔγειρε σεαυτὴν, ἡλιωτίδος τροφοῦ χρῄζουσα Μήνη, νερτέρων ἐπίσκοπε, ἐνεύχομαί σοι, Ξείνη τ' Αὔγη, παρθένε, ἐνεύχομαί σοι, δαιδάλη καἰπή, θοή, λοφαίη, ὁλκῖτι φασγάνων, θυμάνδρεια, παιωνία, προμηθική, πολυκλείτη, νύσσα, ποδάρκη, ἀλκίμη, πορφυρέη, σκοτείη, Βριμώ, ἄμβροτε, ἐπήκοε, Περσία, νομαῖε, Ἀλκυόνη,