Δευτέρα 6 Αυγούστου 2018

ΔΙΑΘΗΚΗ ΡΟΥΒΗΜ ΠΕΡΙ ΕΝΝΟΙΩΝ

Ἀντίγραφον διαθήκης Ῥουβὴμ ὅσα ἐνετείλατο τοῖς υἱοῖς αὐτοῦ, πρὶν ἀποθανεῖν αὐτόν, ἐν ἑκατοστῷ εἰκοστῷ πέμπτῳ ἔτει τῆς ζωῆς αὐτοῦ.

 Μετὰ ἔτη δύο τῆς τελευτῆς Ἰωσήφ, ἀρρωστοῦντι συνήχθησαν ἐπισκέψασθαι αὐτὸν οἱ υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ.

 Καὶ εἶπεν αὐτοῖς, Τεκνία μου, ἐγὼ ἀποθνήσκω καὶ πορεύομαι ὁδὸν πατέρων μου.

Καὶ ἰδὼν ἐκεῖ Ἰούδαν καὶ Γὰδ καὶ Ἀσήρ, τοὺς ἀδελφοὺς αὐτοῦ, εἶπεν αὐτοῖς· Ἀναστήσατέ με, ἀδελφοί, ὅπως εἴπω τοῖς ἀδελφοῖς μου καὶ τοῖς τέκνοις μου, ὅσα ἔχω ἐν τῇ καρδίᾳ μου κρυπτά· ἐκλιπὼν γὰρ ἐγώ εἰμι ἀπὸ τοῦ νῦν.


Καὶ ἀναστὰς κατεφίλησεν αὐτοὺς καὶ κλαύσας εἶπεν· Ἀκούσατε, ἀδελφοί μου, ἐνωτίσασθε Ῥουβὴμ τοῦ πατρὸς ὑμῶν ὅσα ἐντέλλομαι ὑμῖν.

 Καὶ ἰδοὺ ἐπιμαρτύρομαι ὑμῖν τὸν Θεὸν τοῦ οὐρανοῦ σήμερον, τοῦ μὴ πορευθῆναι ἐν ἀγνοίᾳ νεότητος, καὶ πορνείᾳ, ἐν ᾗ ἐξεχύθην ἐγὼ καὶ ἐμίανα τὴν κοίτην τοῦ πατρός μου Ἰακώβ.

 Λέγω γὰρ ὑμῖν, ὅτι ἐνέπληξέ με πληγὴν μεγάλην ἐν ταῖς λαγῶσί μου ἐπὶ μῆνας ἑπτά· καὶ εἰ μὴ Ἰακὼβ ὁ πατὴρ ἡμῶν προσηύξατο περὶ ἐμοῦ πρὸς Κύριον, ὅτι ἤθελε Κύριος ἀνελεῖν με.

 Ἤμην γὰρ ἐτῶν τριάκοντα ὅτε ἔπραξα τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἑπτὰ μῆνας ἐμαλακίσθην ἕως θανάτου·  καὶ ἐν προαιρέσει ψυχῆς μου ἑπτὰ ἔτη μετενόησα ἐνώπιον Κυρίου.

Οἶνον καὶ σίκερα οὐκ ἔπιον, καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου· καὶ πᾶν ἄρτον ἐπιθυμίας οὐκ ἐγευσάμην, πενθῶν ἐπὶ τῇ ἁμαρτίᾳ μου, μεγάλη γὰρ ἦν· καὶ οὐ μὴ γένηται ἐν τῷ Ἰσραὴλ οὕτως.

Καὶ νῦν ἀκούσατέ μου, τέκνα, ἃ εἶδον περὶ τῶν ἑπτὰ πνευμάτων τῆς πλάνης ἐν τῇ μετανοίᾳ μου.

 Ἑπτὰ πνεύματα ἐδόθη κατὰ τοῦ ἀνθρώπου ἀπὸ τοῦ Βελίαρ καὶ  αὐτά εἰσι κεφαλὴ τῶν ἔργων τοῦ νεωτερισμοῦ·

 καὶ ἑπτὰ πνεύματα ἐδόθη αὐτῷ ἐπὶ τῆς κτίσεως, τοῦ εἶναι ἐν αὐτοῖς πᾶν ἔργον ἀνθρώπου.

 Πρῶτον πνεῦμα ζωῆς, μεθ' ἧς ἡ σύστασις κτίζεται. Δεύτερον πνεῦμα ὁράσεως, μεθ' ἧς γίνεται ἐπιθυμία.  Τρίτον πνεῦμα ἀκοῆς, μεθ' ἧς γίνεται διδασκαλία. Τέταρτον πνεῦμα ὀσφρήσεως, μεθ' ἧς ἐστι γεῦσις δεδομένη εἰς συνολκὴν ἀέρος καὶ πνοῆς. 

Πέμπτον πνεῦμα λαλιᾶς, μεθ' ἧς γίνεται γνῶσις.  Ἕκτον πνεῦμα γεύσεως μεθ' ἧς γίνεται βρῶσις βρωτῶν καὶ ποτῶν, καὶ ἰσχὺς

ἐν αὐτοῖς κτίζεται· ὅτι ἐν βρώμασίν ἐστιν ἡ ὑπόστασις τῆς ἰσχύος.

 Ἕβδομον πνεῦμα σπορᾶς καὶ συνουσίας, μεθ' ἧς συνεισέρχεται διὰ τῆς φιληδονίας ἡ ἁμαρτία.  Διὰ τοῦτο ἔσχατόν ἐστι τῆς κτίσεως καὶ πρῶτον τῆς νεότητος, ὅτι ἀγνοίας πεπλήρωται, καὶ αὕτη τὸν νεώτερον ὁδηγεῖ ὡς τυφλὸν ἐπὶ βόθρον καὶ ὡς κτῆνος ἐπὶ κρημνόν.

Ἐπὶ πᾶσι τούτοις ὄγδοον πνεῦμα τοῦ ὕπνου ἐστί, μεθ' οὗ ἐκτίσθη ἔκστασις φύσεως, καὶ εἰκὼν τοῦ θανάτου. Τούτοις τοῖς πνεύμασι συμμίγνυται τὸ πνεῦμα τῆς πλάνης. Πρῶτον τὸ τῆς πορνείας ἐν τῇ φύσει καὶ ταῖς αἰσθήσεσιν ἔγκειται. Δεύτερον πνεῦμα ἀπληστείας ἐν τῇ γαστρί.

Τρίτον πνεῦμα μάχης ἐν τῷ ἥπατι καὶ τῇ χολῇ. Τέταρτον πνεῦμα ἀρεσκείας καὶ μαγγανίας, ἵνα διὰ περιεργείας ὡραῖος ὠφθῇ.

 Πέμπτον πνεῦμα ὑπερηφανείας, ἵνα κινῆται καὶ μεγαλοφρονῇ. Ἕκτον πνεῦμα ψεύδους, ἐν ἀπωλείᾳ καὶ ζήλῳ τοῦ πλάττειν λόγους αὐτοῦ ἀπὸ γένους καὶ οἰκείων.

 Ἕβδομον πνεῦμα ἀδικίας, μεθ' ἧς κλοπὴ καὶ γριπίσματα, ἵνα ποιήσῃ φιληδονίαν καρδίας αὐτοῦ. Ἡ γὰρ ἀδικία συνεργεῖ τοῖς λοιποῖς πνεύμασι διὰ τῆς δολολειψίας.  Ἐπὶ πᾶσι τούτοις τὸ πνεῦμα τοῦ ὕπνου, τὸ ὄγδοον πνεῦμα, συνάπτεται πλάνῃ καὶ φαντασίᾳ.

 Καὶ οὕτως ἀπόλλυται πᾶς νεώτερος, σκοτίζων τὸν νοῦν ἀπὸ τῆς ἀληθείας, καὶ μὴ συνιὼν ἐν τῷ νόμῳ τοῦ Θεοῦ, μήτε ὑπακούων νουθεσίας πατέρων αὐτοῦ· ὥσπερ κἀγὼ ἔπαθον ἐν τῷ νεωτερισμῷ μου.

 Καὶ νῦν, τέκνα, τὴν ἀλήθειαν ἀγαπήσατε καὶ αὕτη φυλάξει ὑμᾶς. Διδάσκω ὑμᾶς, ἀκούσατε Ῥουβὴμ τοῦ πατρὸς ὑμῶν.

 Μὴ προσέχετε ἐν ὄψει γυναικός, μηδὲ ἰδιάζετε μετὰ θηλείας ὑπάνδρου, μηδὲ περιεργάζεσθε πρᾶξιν γυναικῶν.

 Εἰ μὴ γὰρ εἶδον ἐγὼ Βάλλαν λουομένην ἐν σκεπινῷ τόπῳ, οὐκ ἐνέπιπτον εἰς τὴν ἀνομίαν τὴν μεγάλην.

  Συλλαβοῦσα γὰρ ἡ διάνοιά μου τὴν γυναικείαν γύμνωσιν, οὐκ εἴασέ με ὑπνῶσαι, ἕως οὗ ἔπραξα τὸ βδέλυγμα.

  Ἀπόντος γὰρ Ἰακὼβ τοῦ πατρὸς ἡμῶν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, ὄντων ἡμῶν ἐν Γαδέρ, πλησίον Ἐφραθὰ οἴκου Βηθλεέμ, Βάλλα ἦν μεθύουσα καὶ κοιμωμένη ἀκάλυφος κατέκειτο ἐν τῷ κοιτῶνι·   κἀγὼ εἰσελθὼν καὶ ἰδὼν τὴν γύμνωσιν αὐτῆς, ἔπραξα τὴν ἀσέβειαν, καὶ καταλείπων αὐτὴν κοιμωμένην, ἐξῆλθον.

  Καὶ εὐθέως ἄγγελος τοῦ θεοῦ ἀπεκάλυψε τῷ πατρί μου Ἰακὼβ περὶ τῆς ἀσεβείας μου· καὶ ἐλθὼν ἐπένθει ἐπ' ἐμοί, μηκέτι ἁψάμενος αὐτῆς.

Μὴ οὖν προσέχετε κάλλος γυναικῶν, μηδὲ ἐννοεῖσθε τὰς πράξεις αὐτῶν· ἀλλὰ πορεύεσθε ἐν ἁπλότητι καρδίας, ἐν φόβῳ Κυρίου, καὶ μοχθῶντες ἐν ἔργοις, καὶ ἀποπλανώμενοι ἐν γράμμασι, καὶ ἐν τοῖς ποιμνίοις ὑμῶν, ἕως ὁ Κύριος δῴη ὑμῖν σύζυγον, ἣν αὐτὸς θέλει, ἵνα μὴ πάθητε, ὡς κἀγώ.

 Ἀχρὶ τελευτῆς τοῦ πατρὸς ἡμῶν οὐκ εἶχον παρρησίαν ἀτενίσαι εἰς πρόσωπον Ἰακώβ, ἢ λαλῆσαί τινι τῶν ἀδελφῶν, διὰ τοὺς ὀνειδισμούς.  Καὶ ἕως νῦν ἡ συνείδησίς μου συνέχει με περὶ τῆς ἁμαρτίας μου.  Καίγε παρεκάλεσέ με ὁ πατήρ μου, ὅτι ηὔξατο περὶ ἐμοῦ πρὸς Κύριον, ἵνα παρέλθῃ ἀπ' ἐμοῦ ἡ ὀργὴ Κυρίου, καθὼς ἔδειξέ μοι Κύριος. Ἀπὸ τότε οὖν παρεφυλαξάμην, καὶ οὐχ ἥμαρτον. Διὰ τοῦτο, τέκνα μου, φυλάξασθε πάντα, ὅσα ἐντέλλομαι  ὑμῖν, καὶ οὐ μὴ ἁμαρτήσητε.

 Ὄλεθρος γὰρ ψυχῆς ἐστὶν ἡ πορνεία, χωρίζουσα Θεοῦ, καὶ προσεγγίζουσα τοῖς εἰδώλοις, ὅτι αὕτη ἐστὶ πλανῶσα τὸν νοῦν καὶ τὴν διάνοιαν, καὶ κατάγει νεανίσκους εἰς ᾅδην, οὐκ ἐν καιρῷ αὐτῶν.

 Καὶ γὰρ πολλοὺς ἀπώλεσεν ἡ πορνεία· ὅτι κἂν ᾖ τις γέρων, ἢ εὐγενής, ὄνειδος αὐτὸν ποιεῖ καὶ γέλωτα παρὰ τῷ Βελίαρ καὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων.  Ἐπειδὴ γὰρ ἐφύλαξεν ἑαυτὸν Ἰωσὴφ ἀπὸ πάσης γυναικός, καὶ τὰς ἐννοίας ἐκαθαίρισεν ἀπὸ πάσης πορνείας, εὗρεν χάριν ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.  Καὶ γὰρ πολλὰ ἐποίησεν αὐτῷ ἡ Αἰγυπτία, καὶ μάγους παρεκάλεσε, καὶ φάρμακα αὐτῷ προσήνεγκε· καὶ οὐκ ἐδέξατο τὸ διαβούλιον τῆς ψυχῆς αὐτοῦ ἐπιθυμίαν πονηράν.

  Διὰ τοῦτο ὁ Θεὸς τῶν πατέρων μου ἐρρύσατο αὐτὸν ἀπὸ παντὸς ὁρατοῦ καὶ κεκρυμμένου θανάτου.   Ἐὰν γὰρ μὴ κατισχύσῃ ἡ πορνεία τὴν ἔννοιαν, οὐδὲ Βελίαρ κατισχύσει ὑμῶν. Πονηραί εἰσιν αἱ γυναῖκες, τέκνα μου, ὅτι μὴ ἔχουσαι ἐξουσίαν ἢ δύναμιν ἐπὶ τὸν ἄνθρωπον, δολιεύονται ἐν σχήμασι, πῶς αὐτὸν πρὸς αὐτὰς ἐπισπάσονται·  καὶ ὃν διὰ δυνάμεως οὐκ ἰσχύει καταγωνίσασθαι, τοῦτον δι' ἀπάτης καταγωνίζεται.  Ὅτι καίγε περὶ αὐτῶν εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ ἐδίδαξέ με, ὅτι αἱ γυναῖκες ἡττῶνται τῷ πνεύματι τῆς πορνείας ὑπὲρ τὸν ἄνθρωπον, καὶ ἐν καρδίᾳ μηχανῶνται κατὰ τῶν ἀνθρώπων, καὶ διὰ τῆς κοσμήσεως πλανῶσιν

αὐτῶν πρῶτον τὰς διανοίας, καὶ διὰ τοῦ βλέμματος τὸν ἰὸν ἐνσπείρουσι, καὶ τότε τῷ ἔργῳ αἰχμαλωτίζουσιν·

 οὐ γὰρ δύναται γυνὴ ἄνθρωπον βιάσασθαι.

 Φεύγετε οὖν τὴν πορνείαν, τέκνα μου, καὶ προστάσσετε ταῖς γυναιξὶν ὑμῶν καὶ ταῖς θυγατράσιν, ἵνα μὴ κοσμῶνται τὰς κεφαλὰς καὶ τὰς ὄψεις αὐτῶν, ὅτι πᾶσα γυνὴ δολιευομένη ἐν τούτοις εἰς κόλασιν τοῦ αἰῶνος τετήρηται.  Οὕτως γὰρ ἔθελξαν τοὺς Ἐγγρηγόρους πρὸ τοῦ κατακλυσμοῦ· κἀκεῖνοι συνεχῶς ὁρῶντες αὐτάς, ἐγένοντο ἐν ἐπιθυμίᾳ ἀλλήλων, καὶ συνέλαβον τῇ διανοίᾳ τὴν πρᾶξιν καὶ μετεσχηματίζοντο εἰς ἀνθρώπους, καὶ  ἐν τῇ συνουσίᾳ τῶν ἀνδρῶν αὐτῶν συνεφαίνοντο αὐταῖς·

κἀκεῖνοι ἐπιθυμοῦσαι τῇ διανοίᾳ τὰς φαντασίας αὐτῶν, ἔτεκον γίγαντας. Ἐφαίνοντο γὰρ αὐταῖς οἱ Ἐγγρήγορες ἕως τοῦ οὐρανοῦ φθάνοντες. Φυλάσσεσθε οὖν ἀπὸ τῆς πορνείας· καὶ εἰ θέλετε καθαρεύειν τῇ διανοίᾳ, φυλάσσετε τὰς αἰσθήσεις ἀπὸ πάσης θηλείας.

 Κἀκείναις δὲ ἐντείλασθε μὴ συνδυάζειν ἀνθρώποις, ἵνα καὶ αὐταὶ καθαρεύωσι τῇ διανοίᾳ.  Αἱ γὰρ συνεχεῖς συντυχίαι, κἂν μὴ πραχθῇ τὸ ἀσέβημα, αὐταῖς μέν ἐστι νόσος ἀνίατος, ἡμῖν δὲ ὄνειδος τοῦ Βελίαρ αἰώνιον· ὅτι ἡ πορνεία οὔτε σύνεσιν οὔτε εὐσέβειαν ἔχει ἐν ἑαυτῇ καὶ πᾶς ζῆλος κατοικεῖ ἐν τῇ ἐπιθυμίᾳ αὐτῆς.

 Διὰ τοῦτο ζηλώσατε τοὺς υἱοὺς Λευί, καὶ ζητήσατε ὑψωθῆναι ὑπὲρ αὐτούς, ἀλλ' οὐ δυνήσεσθε.  Ὁ γὰρ Θεὸς ποιήσει τὴν ἐκδίκησιν αὐτῶν, καὶ ἀποθανεῖσθε θανάτῳ πονηρῷ.  Τῷ γὰρ Λευὶ ἔδωκε Κύριος τὴν ἀρχὴν καὶ τῷ Ἰούδᾳ, μετ' αὐτῶν κἀμοί, καὶ Δὰν καὶ Ἰωσήφ, τοῦ εἶναι ἐπὶ ἄρχοντας. Διὰ τοῦτο ἐντέλλομαι ὑμῖν ἀκούειν τοῦ Λευί, ὅτι αὐτὸς γνώσεται νόμον Κυρίου, καὶ διαστέλλει εἰς κρίσιν καὶ θυσίας ὑπὲρ παντὸς Ἰσραήλ, μέχρι τελειώσεως χρόνων ἀρχιερέως χριστοῦ, ὃν εἶπε Κύριος.  Ὁρκῶ ὑμᾶς τὸν Θεὸν τοῦ οὐρανοῦ ποιῆσαι ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,   καὶ πρὸς τὸν Λευὶ ἐγγίσατε ἐν ταπεινώσει καρδίας, ἵνα δέξησθε εὐλογίαν ἐκ τοῦ στόματος αὐτοῦ.  Αὐτὸς γὰρ εὐλογήσει τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν· ὅτι ἐν αὐτῷ ἐξελέξατο Κύριος βασιλεῦσαι πάντων τῶν λαῶν.   Καὶ προσκυνήσατε τῷ σπέρματι αὐτοῦ, ὅτι ὑπὲρ ἡμῶν ἀποθανεῖται ἐν πολέμοις ὁρατοῖς καὶ ἀοράτοις καὶ ἔσται ἐν ὑμῖν βασιλεὺς αἰώνων. Καὶ ἀπέθανε Ῥουβήμ, ἐντειλάμενος τοῖς υἱοῖς αὐτοῦ.  καὶ ἔθεντο αὐτὸν ἐν σορῷ, ἕως ὅτε ἀνενέγκαντες αὐτὸν ἐξ Αἰγύπτου ἔθαψαν ἐν Χεβρών, ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, ὅπου οἱ πατέρες αὐτοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου