Δευτέρα 6 Αυγούστου 2018

Μαγικοί Πάπυροι - απόκρουση

Προσευχή στη Σελήνη για απόκρουση Πάπυρος 4-2241-2358, 350 μΧ

Ποίημα για απόκρουση καθετί, προς τη Σελήνη (Δέλτος ἀποκρουστικὴ πρὸς Σελήνην.) Πες τα λόγια: χαῖρε, ἱερὸν φῶς, ταρταροῦχε, φωτοπλήξ, χαῖρε, ἱερὰ αὐγὴ ἐκ σκότους εἰλημμένη, ἀναστατοῦσα πάντα βουλαῖς ἀστόχοις· καλέσω, καὶ ἀκούσῃ μου τῶν ἱερῶν λόγων φρικτῆς Ἀνάγκης πάντοτέ σοι ὑπεστρωμένης. δεθεῖσα τρὶς λύθητι, ἐλθέ, βρίμασον τὸν δεῖνα· Κλωθὼ γὰρ ἐπικλώσει σοι λίνα. νεῦσον, μάκαιρα, πρὶν στυγνήν σε καταλάβω, πρὶν τοὺς ξιφήρεις ἀναλάβῃς σου κονδύλους, πρινή τε λυσσῇς, ἰσοπάρθενος κύων. τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς, ὅτι οἶδά σου τὰ φῶτα πρὸς στιγμῆς μέτρον καὶ τῶν καλῶν σου μυσταγωγὸς πραγμάτων ὑπουργός εἰμι καὶ συνίστωρ, παρθένε. τὸ δεῖ γενέσθαι, τοῦτ' οὐκ ἔξεστι φυγεῖν. τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς. ἐνεύχομαί σοι τήνδε νύκτα κυρίαν, ἐν ᾗ τὸ σὸν φῶς ὕστατον χωρίζεται, ἐν ᾗ κύων κέχηνε καὶ οὐ κλείει στόμα, ἐν ᾗ τὸ κλεῖθρον ἠνέῳγε Ταρτάρου, ἐν ᾗ προλυσσᾷ Κέρβερος κεραύνοπλος· ἔγειρε σεαυτὴν, ἡλιωτίδος τροφοῦ χρῄζουσα Μήνη, νερτέρων ἐπίσκοπε, ἐνεύχομαί σοι, Ξείνη τ' Αὔγη, παρθένε, ἐνεύχομαί σοι, δαιδάλη καἰπή, θοή, λοφαίη, ὁλκῖτι φασγάνων, θυμάνδρεια, παιωνία, προμηθική, πολυκλείτη, νύσσα, ποδάρκη, ἀλκίμη, πορφυρέη, σκοτείη, Βριμώ, ἄμβροτε, ἐπήκοε, Περσία, νομαῖε, Ἀλκυόνη,
χρυσοστεφή, πρέσβειρα, φαεννώ, πελαγίη, εἰδωλίη, ἰνδαλίμη, δείχτειρα, βαριδοῦχε, εὔστοχε, αὐτοφυής, μιτρίη, ἀνδρείη, στρατηλατί, Δωδωνίη, Ἰδαῖα, νεοπενθής, λυκώ, στηλῖτι, οὐλοή, ἀκρίη, χαροπή, ὀξυβόη, Θασία, Μήνη, πύματ', ἠγκαλισμένη ἀκτῖνας, ἡ σώτειρα, πανγαίη, κυνώ, Κλωθαίη, πανδώτειρα, δολίχη, κυδίμη, ἄνασσα, ἀρηγέ, ἀγλαή, εὐρύστοχε, αἰζηίη, ἁγία, ἡμέρη, ἀφθίτη, λιγεῖα, λιπαροπλόκαμε, θαλία, ζαθείη, χρυσῶπι, τερψίμβροτε, Μινῴα, λοχιάς, Θηβαία, τλητή, δολόεσσα, ἀτασθάλη, ἀκτινοχαῖτι, ἰοχέαιρα, παρθένε· δόλου γέμουσαν καὶ φόβου σωτηρίην ἦ σ' οἶδα, πάντων ὡς μάγων ἀρχηγέτης, Ἑρμῆς ὁ πρέσβυς, Ἴσιδος πατὴρ ἐγώ. ἄκουσον, ηω Φορβα Βριμω Σαχμι· νεβουτοσουαληθ· τοῦτο γάρ σου σύμβολον, τὸ σάνδαλόν σου ἔκρυψα καὶ κλεῖδα κρατῶ. ἤνοιξα ταρταρούχου κλεῖθρα Κερβέρου καὶ νύκτα τὴν ἄωρον παρέδωκα σκότει. ῥόμβον στρέφω σοι, κυμβάλων οὐχ ἅπτομαι, ἄθρησον εἴς σε· Νειλωίτιδος χάριν κάτοπτρον, ἢν ἰδοῦσα σαυτὴν, θαυμάσεις, πρὶν ἢ μέλαν φῶς ἐκπτύσῃς ἀπ' ὀμμάτων. ὃ δεῖ σε ποιῆσαι, τοῦτο δεῖ σε μὴ φυγεῖν· τὸ δεῖ μοι ποιήσεις, κἂν θέλῃς, κἂν μὴ θέλῃς· ἵππος, κόρη, δράκαινα, λαμπάς, ἀστραπή, ἀστήρ, λέων, λύκαινα, αηω· ηη· σκεῦος παλαιόν, κόσκινόν μου σύμβολον, καὶ ψωμὸς εἷς, κόραλλος, αἷμα τρυγόνος, ὄνυξ καμήλου καὶ βοὸς θρὶξ παρθένου, Πανὸς γόνος, πῦρ ἡλιωτίδος βολῆς, χαμαίλυκον, νήθουσα, παιδέρως, ἄρις, γλαυκῆς γυναικὸς σῶμα διεσκελισμένον, σφιγγὸς μελαίνης ἡ φύσις τορουμένη· ἅπαντα ταῦτα σύμβολόν μου πνεύματος. ὅλης ἀνάγκης δεσμὰ συνραγήσεται, καὶ κρύψει σὸν φῶς Ἥλιος πρὸς τὸν νότον, Τηθύς τε τὴν σὴν κουφίσει οἰκουμένην, Αἰὼν κραδαίνει, κινηθήσεται οὐρανός, Κρόνος φοβηθεὶς τὸν βεβιασμένον σου νοῦν πέφευγε εἰς Ἅιδην, νερτέρων ἐπίσκοπος. Μοῖραί σου τὸν ἀνέκλειπτον ῥίπτουσι μίτον, ἂν μὴ μαγείης τῆς ἐμῆς ἀναγκάσῃς βέλος πετηνὸν ταχύτατον τέλος δραμεῖν. οὐ γὰρ φυγεῖν ἔξεστι μοῖράν μου λόγων, ὃ δεῖ γενέσθαι· μὴ σαυτὴν ἀναγκάσῃς ἄνωθεν εἰς ἄνω τ' ἀκούειν συμβόλων. τὸ δεῖ, ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς· ἀχρείου φωτὸς πρίν σε μοῖρα καταλάβῃ, ποίησον, ὃ λέγω, ταρταροῦχε παρθένε. ἔδησα δεσμοῖς τοῖς Κρόνου τὸν σὸν πόλον καὶ ὀπιδνῇ ἀνάγκῃ ἀντίχειρά σου κρατῶ. οὐ γίνεται αὔριον, εἰ μὴ γένηται, ὃ βούλομαι. ἔνευσας Ἑρμῇ, τῷ θεῶν ἀρχηγέτῃ, εἰς τήνδε τὴν πρᾶξιν συμβαλεῖν· σ' ἦ μὴν ἔχω. ἄκουσον, ἡ θεωροῦσα καὶ θεωρουμένη· βλέπω σε, καὶ βλέπεις με, εἶτα κἀγώ σοι σημεῖον ἐρῶ· χάλκεον τὸ σάνδαλον τῆς ταρταρούχου, στέμμα, κλείς, κηρύκιον, ῥόμβος σιδηροῦς καὶ κύων κυάνεος, κλεῖθρον τρίχωρον, ἐσχάρα πυρουμένη, σκότος, βυθός, φλόξ· Ταρτάρου σημάντρια φοβοῦσα Ἐρινῦς δαίμονας τεραστίους, εἰσῆλθας; ἥκεις; ὀργίσθητι, παρθένε, τῷ δεῖνα, ἐχθρῷ τῶν ἐν οὐρανῷ θεῶν, Ἡλίου Ὀσίριδος καὶ συνεύνου Ἴσιδος. οἷον λέγω σοι, εἴσβαλε εἰς τοῦτον κακόν, ὅτι οἶδα σὰ τὰ καλὰ καὶ μεγάλα, Κόρη, ὀνόματα σεμνά, οἷς φωτίζεται οὐρανὸς καὶ γαῖα πίνει τὴν δρόσον καὶ κυοφορεῖ, ἐξ ὧν ὁ κόσμος αὔξεται καὶ λείπεται. Ευφορβα φορβα· φορβορεου· φορβα φορβορ φορβορ φορβορ· βορβορφα· ηρφορ· φορβαϊω· φορβορ φορβορ βοροφ· φορφορ βορ· φορβορ· αω· ιωη· φορβορφορ· ευφορ βοφορ· ευοιεω φωθ· ιωφωθ ιωφωθ φωθιωφ· αωωωθω ωαϊ ιω εωωιω ἁἁἁ εε ηη ιουυ ωωω ουυυυ αεηιουω υυυ ἄνασσα, Ἁρκεντεχθα, τῷ κυρίῳ Ὀσίριδι ὁ παραφαίνων θεός, τέλει μοι, Μιχαήλ, ἀγγέλων ἀρχάγγελε. φυλακτήριον τῆς πράξεως. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου