Δευτέρα 6 Αυγούστου 2018

Μαγικοί Πάπυροι - Δέσιμο με το Θεό Άνουβι


Πάπυρος 17α 1-25 - Δέσιμο με το Θεό Άνουβι

   
Αρχαίο κείμενο
 <α α βα ακ λβα ακρ αλβα ακρα ναλβα ακραμ αναλβα ακραμμ θαναλβα ακραμμα αθαναλβα ακραμμαχ ναθαναλκα ακραμμαχα αναθαναλβα ακραμμαχαμ λαναθαναλβα
ακραμμαχαμα βλαναθαναλβα ακραμμαχαμαρ αβλαναθαναλβα ακραμμαχαμαρι βλαναθαναλβα ακραμμαχαμαρ λαναθαναλβα ακραμμαχαμα αναθαναλβα ακραμμαχαμ ναθαναλβα ακραμμαχα αθαναλβα ακραμμαχ θαναλβα ακραμμα αναλβα ακραμμ ναλβα ακραμ αλβα ακρα λβα ακρ βα ακ α α> ΔWΜΝ[Ι]ΠΠΗ ΠΗΠΗ ΩΩ<>ΧΨ`3 ΛΚΞΥ%Χ&ΥΧ ΝΝ ΧΥΧΥΞΥΚΥΛ `3ΨΧΩΩ<>ΗΠΗΠΗΠΠ ΙΝΜWΔ Ἄνουβι, θεὲ ἐπίγειε καὶ ὑπόγειε καὶ οὐράνιε, κύον, κύον, κύον, ἀνάλαβε σεαυτοῦ τὴν πᾶσαν ἐξουσίαν καὶ πᾶσαν δύναμιν κατὰ τῆς Τιγηροῦ, ἣν ἔτεκεν Σοφία· ἀνάπαυσον αὐτὴν τῆς ὑπερηφανείας καὶ τοῦ λογισμοῦ καὶ τῆς αἰσχύνης. ἄξον δέ μοι αὐτὴν ὑπὸ τοὺς ἐμοὺς πόδας ἐρωτικῇ ἐπιθυμίᾳ τηκομένην ἐν πάσαις ὥραις ἡμεριναῖς καὶ νυκτεριναῖς, ἀεί μου μιμνησκομένην τρώγουσαν, πίνουσαν, ἐργαζομένην, ὁμιλοῦσαν, κοιμωμένην, ἐνυπνιαζομένην, ὀνειρώττουσαν, ἕως ἂν ὑπό σου μαστιζομένη ἔλθῃ ποθοῦσά με, τὰς χεῖρας ἔχουσα πλήρεις, μετὰ μεγαλοδώρου ψυχῆς καὶ χαριζομένη μοι ἑαυτὴν καὶ τὰ ἑαυτῆς καὶ ἐκτελοῦσα, ἃ καθήκει γυναιξὶν πρὸς ἄνδρας, καὶ τῇ ἐμῇ καὶ ἑαυτῆς ἐπιθυμίᾳ ὑπη]ρετουμένη ἀόκνως καὶ ἀδυσωπήτως μηρὸν μηρῷ καὶ κοιλίαν κοιλίᾳ κολλῶσα καὶ τὸ μέλαν αὐτῆς τῷ ἐμῷ μέλανι ἡδυτάτῳ. ναί, κύριε, ἄξον μοι τὴν Τιτηροῦν, ἣν ἔτεκεν Σοφία, ἐμοὶ τῷ Ἑρμείᾳ, ὃν ἔτεκεν Ἑρμιόνη, ἤδη ἤδη, ταχὺ ταχύ, τῇ σῇ μάστιγι ἐλαυνομένην.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου